Flavius Josephus, Jewish War (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. BJ].
<<Joseph. BJ 7.171 Joseph. BJ 7.179 (English) >>Joseph. BJ 7.185

7.176πολλὰς δὲ καὶ δεξαμενὰς εἰς ὑποδοχὴν ὕδατος καὶ χορηγίαν ἄφθονον ἐν τοῖς ἐπιτηδειοτάτοις τῶν τόπων κατεσκεύασεν, ὥσπερ πρὸς τὴν φύσιν ἁμιλληθείς, ἵνʼ αὐτὸς τὸ κατʼ ἐκείνην τοῦ τόπου δυσάλωτον ὑπερβάληται ταῖς χειροποιήτοις ὀχυρώσεσιν· 7.177ἔτι γὰρ καὶ βελῶν πλῆθος καὶ μηχανημάτων ἐγκατέθετο καὶ πᾶν ἐπενόησεν ἑτοιμάσασθαι τὸ παρασχεῖν δυνάμενον τοῖς ἐνοικοῦσιν μηκίστης πολιορκίας καταφρόνησιν. 7.178

Ἐπεφύκει δʼ ἐν τοῖς βασιλείοις πήγανον ἄξιον τοῦ μεγέθους θαυμάσαι· συκῆς γὰρ οὐδεμιᾶς ὕψους καὶ πάχους ἐλείπετο. 7.179λόγος δὲ ἦν ἀπὸ τῶν Ἡρώδου χρόνων αὐτὸ διαρκέσαι, κἂν ἐπὶ πλεῖστον

-- --

ἴσως ἔμεινεν, ἐξεκόπη δὲ ὑπὸ τῶν παραλαβόντων τὸν τόπον Ἰουδαίων. 7.180τῆς φάραγγος δὲ τῆς κατὰ τὴν ἄρκτον περιεχούσης τὴν πόλιν Βαάρας ὀνομάζεταί τις τόπος, φύει ῥίζαν ὁμωνύμως λεγομένην αὐτῷ. 7.181αὕτη φλογὶ μὲν τὴν χροίαν ἔοικε, περὶ δὲ τὰς ἑσπέρας σέλας ἀπαστράπτουσα τοῖς ἐπιοῦσι καὶ βουλομένοις λαβεῖν αὐτὴν οὐκ ἔστιν εὐχείρωτος, ἀλλʼ ὑποφεύγει καὶ οὐ πρότερον ἵσταται, πρὶν ἄν τις οὖρον γυναικὸς τὸ ἔμμηνον αἷμα χέῃ κατʼ αὐτῆς. 7.182οὐ μὴν ἀλλὰ καὶ τότε τοῖς ἁψαμένοις πρόδηλός ἐστι θάνατος, εἰ μὴ τύχοι τις αὐτὴν ἐκείνην ἐπενεγκάμενος τὴν ῥίζαν ἐκ τῆς χειρὸς ἀπηρτημένην.



Flavius Josephus, Jewish War (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. BJ].
<<Joseph. BJ 7.171 Joseph. BJ 7.179 (English) >>Joseph. BJ 7.185

Powered by PhiloLogic